Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.322 Joseph. AJ 8.327 (English) >>Joseph. AJ 8.331

8.325

δὲ γυνὴ περὶ ἧς πρὸ τούτων εἴπομεν, τὸν προφήτην διατρέφουσα, τοῦ παιδὸς αὐτῇ καταπεσόντος εἰς νόσον, ὡς καὶ τὴν ψυχὴν ἀφεῖναι καὶ δόξαι νεκρόν, ἀνακλαιομένη καὶ ταῖς τε χερσὶν αὑτὴν αἰκιζομένη καὶ φωνὰς οἵας ὑπηγόρευε τὸ πάθος ἀφιεῖσα κατῃτιᾶτο τῆς παρʼ αὐτῇ παρουσίας τὸν προφήτην ὡς ἐλέγξαντα τὰς ἁμαρτίας αὐτῆς καὶ διὰ τοῦτο τοῦ παιδὸς τετελευτηκότος. 8.326 δὲ παρεκελεύετο θαρρεῖν καὶ παραδοῦναι τὸν υἱὸν αὐτῷ· ζῶντα γὰρ αὐτὸν ἀποδώσειν. παραδούσης οὖν βαστάσας εἰς τὸ δωμάτιον, ἐν διέτριβεν αὐτός, καὶ καταθεὶς ἐπὶ τῆς κλίνης ἀνεβόησε πρὸς τὸν θεὸν οὐ καλῶς ἀμείψασθαι τὴν ὑποδεξαμένην καὶ θρέψασαν τὸν υἱὸν αὐτῆς ἀφαιρησόμενον, ἐδεῖτό τε τὴν ψυχὴν εἰσπέμψαι πάλιν τῷ παιδὶ καὶ παρασχεῖν αὐτῷ τὸν βίον. 8.327τοῦ δὲ θεοῦ κατοικτείραντος μὲν τὴν μητέρα, βουληθέντος δὲ καὶ τῷ προφήτῃ χαρίσασθαι τὸ μὴ δόξαι πρὸς αὐτὴν ἐπὶ κακῷ παρεῖναι, παρὰ πᾶσαν τὴν προσδοκίαν ἀνεβίωσεν. δʼ εὐχαρίστει τῷ προφήτῃ καὶ τότε σαφῶς ἔλεγε μεμαθηκέναι, ὅτι τὸ θεῖον αὐτῷ διαλέγεται. 8.328

Χρόνου δʼ ὀλίγου διελθόντος παραγίνεται πρὸς Ἄχαβον τὸν βασιλέα κατὰ βούλησιν τοῦ θεοῦ δηλώσων αὐτῷ τὸν γενησόμενον ὑετόν. λιμὸς δὲ τότε κατεῖχε τὴν χώραν ἅπασαν καὶ πολλὴ τῶν ἀναγκαίων ἀπορία, ὡς μὴ μόνον ἀνθρώπους αὐτῶν σπανίζειν, ἀλλὰ καὶ τὴν γῆν μηδʼ ὅσα τοῖς ἵπποις καὶ τοῖς ἄλλοις κτήνεσι πρὸς νομήν ἐστι χρήσιμα διὰ τὴν ἀνομβρίαν ἀναδιδόναι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.322 Joseph. AJ 8.327 (English) >>Joseph. AJ 8.331

Powered by PhiloLogic